Passage
Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 31)
grc aristotle de memoria et reminiscentia
ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἔστι μὴ νῦν ἀναμνησθέντα ἀλλʼ ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα ἀλλʼ ὅταν ἀναλαμβάνῃ ἣν πρότερον εἶχεν ἐπιστήμην ἢ αἴσθησιν ἢ οὗ ποτε τὴν ἕξιν ἐλέγομεν μνήμην τοῦτʼ ἐστὶ καὶ τότε τὸ ἀναμιμνήσκεσθαι τῶν εἰρημένων τι τῷ δὲ μνημονεύειν συμβαίνει καὶ μνήμην ἀκολουθεῖν.