Passage
Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 1)
grc aristotle de memoria et reminiscentia
Περὶ μνήμης καὶ τοῦ μνημονεύειν λεκτέον τί ἐστι καὶ διὰ τίνʼ αἰτίαν γίγνεται καὶ τίνι τῶν τῆς ψυχῆς μορίων συμβαίνει τοῦτο τὸ πάθος καὶ τὸ ἀναμιμνήσκεσθαι οὐ γὰρ οἱ αὐτοί εἰσι μνημονικοὶ καὶ ἀναμνηστικοί ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ μνημονικώτεροι μὲν οἱ βραδεῖς ἀναμνηστικώτεροι δὲ οἱ ταχεῖς καὶ εὐμαθεῖς.