Passage
Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 17)
grc aristotle de memoria et reminiscentia
ἀλλʼ εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην πότερον τοῦτο μνημονεύει τὸ πάθος ἢ ἐκεῖνο ἀφʼ οὗ ἐγένετο εἰ μὲν γὰρ τοῦτο τῶν ἀπόντων οὐδὲν ἂν μνημονεύοιμεν εἰ δʼ ἐκεῖνο πῶς αἰσθανόμενοι τοῦτο μνημονεύομεν οὗ μὴ αἰσθανόμεθα τὸ ἀπόν εἴ τʼ ἐστὶν ὅμοιον ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν ἡ τούτου αἴσθησις διὰ τί ἂν εἴη μνήμη ἑτέρου ἀλλʼ οὐκ αὐτοῦ τούτου ὁ γὰρ ἐνεργῶν τῇ μνήμῃ θεωρεῖ τὸ πάθος τοῦτο καὶ αἰσθάνεται τούτου. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable