Passage
Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 10)
grc aristotle de memoria et reminiscentia
εἰ δὲ τῶν νοητικῶν τι μορίων ἦν οὐκ ἂν ὑπῆρχε πολλοῖς τῶν ἄλλων ζῴων ἴσως δʼ οὐδενὶ τῶν ἀνοήτων ἐπεὶ οὐδὲ νῦν πᾶσι διὰ τὸ μὴ πάντα χρόνου αἴσθησιν ἔχειν ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ μνήμῃ καθάπερ καὶ πρότερον εἴπομεν ὅτι εἶδε τοῦτο ἢ ἤκουσεν ἢ ἔμαθε προσαισθάνεται ὅτι πρότερον τὸ δὲ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἐστίν.