Passage
Aristotle, De Insomniis (DIORISIS sentence 12)
grc aristotle de insomniis
ἐν δὲ τῷ ὕπνῳ ὑπόκειται μηδὲν ὁρᾶν μηδὲν ἀληθές τὸ δὲ μηδὲν πάσχειν τὴν αἴσθησιν οὐκ ἀληθές ἀλλʼ ἐνδέχεται καὶ τὴν ὄψιν πάσχειν τι καὶ τὰς ἄλλας αἰσθήσεις ἕκαστον δὲ τούτων ὥσπερ ἐγρηγορότος προσβάλλει μέν πως τῇ αἰσθήσει οὐχ οὕτω δὲ ὥσπερ ἐγρηγορότος καὶ ὁτὲ μὲν ἡ δόξα λέγει ὅτι ψεῦδος ὥσπερ ἐγρηγορόσιν ὁτὲ δὲ κατέχεται καὶ ἀκολουθεῖ τῷ φαντάσματι ὅτι μὲν οὖν οὐκ ἔστι τοῦ δοξάζοντος οὐδὲ τοῦ διανοουμένου τὸ πάθος τοῦτο ὃ καλοῦμεν ἐνυπνιάζειν φανερόν.