Passage
Aristotle, De Somno et Vigilia (DIORISIS sentence 23)
grc aristotle de somno et vigilia
ἐπεὶ δʼ ὑπάρχει καθʼ ἑκάστην αἴσθησιν τὸ μέν τι ἴδιον τὸ δέ τι κοινόν ἴδιον μὲν οἷον τῇ ὄψει τὸ ὁρᾶν τῇ δʼ ἀκοῇ τὸ ἀκούειν καὶ ταῖς ἄλλαις ἑκάστῃ κατὰ τὸν αὐτὸν τρόπον ἔστι δέ τις καὶ κοινὴ δύναμις ἀκολουθοῦσα πάσαις ᾗ καὶ ὅτι ὁρᾷ καὶ ἀκούει αἰσθάνεται( οὐ γὰρ δὴ τῇ γε ὄψει ὁρᾷ ὅτι ὁρᾷ καὶ κρίνει δὴ καὶ δύναται κρίνειν ὅτι ἕτερα τὰ γλυκέα τῶν λευκῶν οὔτε γεύσει οὔτε ὄψει οὔτε ἀμφοῖν ἀλλά τινι κοινῷ μορίῳ τῶν αἰσθητηρίων ἁπάντων ἔστι μὲν γὰρ μία αἴσθησις καὶ τὸ κύριον αἰσθητήριον ἕν τὸ δʼ εἶναι αἰσθήσει τοῦ γένους ἑκάστου ἕτερον οἷον ψόφου καὶ χρώματος̓)͵ τοῦτο δʼ ἅμα τῷ ἁπτικῷ μάλιστα ὑπάρχει( τοῦτο μὲν γὰρ χωρίζεται τῶν ἄλλων αἰσθητηρίων τὰ δʼ ἄλλα τούτου ἀχώριστα εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς Περὶ ψυχῆς θεωρήμασιν̓)͵ φανερὸν τοίνυν ὅτι τούτου ἐστὶ πάθος ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable