Passage
Aristotle, De Somno et Vigilia (DIORISIS sentence 42)
grc aristotle de somno et vigilia
ἐπεὶ δὲ κινεῖν μέν τι ἢ ποιεῖν ἄνευ ἰσχύος ἀδύνατον ἰσχὺν δὲ ποιεῖ ἡ τοῦ πνεύματος κάθεξις τοῖς μὲν εἰσφερομένοις ἡ θύραθεν τοῖς δὲ μὴ ἀναπνέουσιν ἡ σύμφυτος( διὸ καὶ βομβοῦντα φαίνεται τὰ πτερωτά ὅταν κινῆται τῇ τρίψει τοῦ πνεύματος προσπίπτοντος πρὸς τὸ ὑπόζωμα τῶν ὁλοπτέρων̓)͵ κινεῖται δὲ πᾶν αἰσθήσεώς τινος γενομένης ἢ οἰκείας ἢ ἀλλοτρίας ἐν τῷ πρώτῳ αἰσθητηρίῳεἰ δή ἐστιν ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις πάθη τοῦ μορίου τούτου ἐν ᾧ μὲν τόπῳ καὶ ἐν ᾧ μορίῳ πρώτῳ γίγνεται ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις φανερόν.