Passage
Aristotle, De Somno et Vigilia (DIORISIS sentence 26)
grc aristotle de somno et vigilia
φανερὸν δὲ ἐκ πολλῶν ὅτι οὐκ ἐν τῷ τὰς αἰσθήσεις ἀργεῖν καὶ μὴ χρῆσθαι αὐταῖς ὁ ὕπνος οὐδʼ ἐν τῷ μὴ δύνασθαι αἰσθάνεσθαι( καὶ γὰρ ἐν ταῖς λειποψυχίαις τοιοῦτόν τι συμβαίνει ἀδυναμία γὰρ αἰσθήσεως ἡ λειποψυχία γίγνονται δὲ καὶ ἔκνοιαί τινες τοιαῦται ἔτι δʼ οἱ τὰς ἐν τῷ αὐχένι φλέβας καταλαμβανόμενοι ἀναίσθητοι γίγνονταἰ)͵ ἀλλʼ ὅταν ἡ ἀδυναμία τῆς χρήσεως μήτʼ ἐν τῷ τυχόντι αἰσθητηρίῳ μήτε διʼ ἣν ἔτυχεν αἰτίαν ἀλλά καθάπερ εἴρηται νῦν ἐν τῷ πρώτῳ ᾧ αἰσθάνεται πάντων ὅταν μὲν γὰρ τοῦτʼ ἀδυνατήσῃ ἀνάγκη καὶ τοῖς αἰσθητηρίοις πᾶσιν ἀδυνατεῖν αἰσθέσθαι ὅταν δʼ ἐκείνων τι οὐκ ἀνάγκη τούτῳ.