Passage
Aristotle, De Somno et Vigilia (DIORISIS sentence 15)
grc aristotle de somno et vigilia
τὰ μὲν οὖν ἄλλα σχεδὸν ἅπαντα δῆλα κοινωνοῦνθʼ ὕπνου καὶ πλωτὰ καὶ πτηνὰ καὶ πεζά καὶ γὰρ τὰ τῶν ἰχθύων γένη πάντα καὶ τὰ τῶν μαλακίων ὦπται καθεύδοντα καὶ τἆλλα πάντα ὅσαπερ ἔχει ὀφθαλμούς καὶ γὰρ τὰ σκληρόφθαλμα φανερὰ καὶ τὰ ἔντομα κοιμώμενα βραχύυπνα δὲ τὰ τοιαῦτα πάντα διὸ καὶ λάθοι ἄν τινα πολλάκις πότερον μετέχουσι τοῦ καθεύδειν ἢ οὔ.