Passage
Aristotle, De Divinatione per Somnum (DIORISIS sentence 7)
grc aristotle de divinatione per somnum
ἆρʼ οὖν ἐστι τῶν ἐνυπνίων τὰ μὲν αἴτια τὰ δὲ σημεῖα οἷον τῶν περὶ τὸ σῶμα συμβαινόντων λέγουσι γοῦν καὶ τῶν ἰατρῶν οἱ χαρίεντες ὅτι δεῖ σφόδρα προσέχειν τοῖς ἐνυπνίοις εὔλογον δὲ οὕτως ὑπολαβεῖν καὶ τοῖς μὴ τεχνίταις μέν σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσιν.