LOGOI

Passage

Aristotle, De Divinatione per Somnum (DIORISIS sentence 16)

grc aristotle de divinatione per somnum

Ὅλως δὲ ἐπεὶ καὶ τῶν ἄλλων ζῴων ὀνειρώττει τινά θεόπεμπτα μὲν οὐκ ἂν εἴη τὰ ἐνύπνια οὐδὲ γέγονε τούτου χάριν( δαιμόνια μέντοι ἡ γὰρ φύσις δαιμονία ἀλλʼ οὐ θείἀ) σημεῖον δέ πάνυ γὰρ εὐτελεῖς ἄνθρωποι προορατικοί εἰσι καὶ εὐθυόνειροι ὡς οὐ θεοῦ πέμποντος ἀλλʼ ὅσων ὥσπερ ἂν εἰ λάλος ἡ φύσις ἐστὶ καὶ μελαγχολική παντοδαπὰς ὄψεις ὁρῶσιν διὰ γὰρ τὸ πολλὰ καὶ παντοδαπὰ κινεῖσθαι ἐπιτυγχάνουσιν ὁμοίοις θεωρήμασιν ἐπιτυχεῖς ὄντες ἐν τούτοις ὥσπερ ἔνιοι ἀρτιάζοντες ὥσπερ γὰρ καὶ λέγεται ἂν πολλὰ βάλλῃς ἄλλοτʼ ἀλλοῖον βαλεῖς καὶ ἐπὶ τούτων τοῦτο συμβαίνει.

Provenance

  • Stable ID aristotle:de-divinatione-per-somnum:s16
  • Source Aristotle De Divinatione per Somnum lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute) · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0