Passage
Aristotle, De Divinatione per Somnum (DIORISIS sentence 9)
grc aristotle de divinatione per somnum
δῆλον δʼ ἐπὶ τῶν συμβαινόντων κατὰ τοὺς ὕπνους πολλάκις οἴονται γὰρ κεραυνοῦσθαι καὶ βροντᾶσθαι μικρῶν ἤχων ἐν τοῖς ὠσὶ γινομένων καὶ μέλιτος καὶ γλυκέων χυμῶν ἀπολαύειν ἀκαριαίου φλέγματος καταρρέοντος καὶ βαδίζειν διὰ πυρὸς καὶ θερμαίνεσθαι σφόδρα μικρᾶς θερμασίας περί τινα μέρη γινομένης ἐπεγειρομένοις δὲ ταῦτα φανερὰ τοῦτον ἔχοντα τὸν τρόπον ὥστʼ ἐπεὶ μικραὶ πάντων αἱ ἀρχαί δῆλον ὅτι καὶ τῶν νόσων καὶ τῶν ἄλλων παθημάτων τῶν ἐν τοῖς σώμασι μελλόντων γίνεσθαι.