Passage
Aristotle, De Insomniis (DIORISIS sentence 56)
grc aristotle de insomniis
ὥστε καθάπερ ἐν ὑγρῷ ἐὰν σφόδρα κινῇ τις ὁτὲ μὲν οὐθὲν φαίνεται εἴδωλον ὁτὲ δὲ φαίνεται μέν διεστραμμένον δὲ πάμπαν ὥστε φαίνεσθαι ἀλλοῖον ἢ οἷόν ἐστιν ἠρεμήσαντος δὲ καθαρὰ καὶ φανερά οὕτω καὶ ἐν τῷ καθεύδειν τὰ φαντάσματα καὶ αἱ ὑπόλοιποι κινήσεις αἱ συμβαίνουσαι ἀπὸ τῶν αἰσθημάτων ὁτὲ μὲν ὑπὸ μείζονος οὔσης τῆς εἰρημένης κινήσεως ἀφανίζονται πάμπαν ὁτὲ δὲ τεταραγμέναι φαίνονται αἱ ὄψεις καὶ τερατώδεις καὶ οὐκ εἰρόμενα τὰ ἐνύπνια οἷον τοῖς μελαγχολικοῖς καὶ πυρέττουσι καὶ οἰνωμένοις πάντα γὰρ τὰ τοιαῦτα πάθη πνευματώδη ὄντα πολλὴν ποιεῖ κίνησιν καὶ ταραχήν.