Passage
Aristotle, De Insomniis (DIORISIS sentence 70)
grc aristotle de insomniis
πρῶτον μὲν γὰρ ἐνίοις συμβαίνει καὶ αἰσθάνεσθαί πῃ καὶ ψόφων καὶ φωτὸς καὶ χυμοῦ καὶ ἁφῆς ἀσθενικῶς μέντοι καὶ οἷον πόρρωθεν ἤδη γὰρ ἐν τῷ καθεύδειν ὑποβλέποντες ὃ ἠρέμα ἑώρων φῶς τοῦ λύχνου καθεύδοντες ὡς ᾤοντο ἐπεγερθέντες εὐθὺς ἐγνώρισαν τὸ τοῦ λύχνου ὄν καὶ ἀλεκτρυόνων καὶ κυνῶν φωνὴν ἠρέμα ἀκούοντες ἐγερθέντες σαφῶς ἐγνώρισαν.