Passage
Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 79)
grc aristotle de memoria et reminiscentia
εἰσὶ δὲ καὶ οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ οἱ νανώδεις ἀμνημονέστεροι τῶν ἐναντίων διὰ τὸ πολὺ βάρος ἔχειν ἐπὶ τῷ αἰσθητικῷ καὶ μήτʼ ἐξ ἀρχῆς τὰς κινήσεις δύνασθαι ἐμμένειν ἀλλὰ διαλύεσθαι μήτʼ ἐν τῷ ἀναμιμνήσκεσθαι ῥᾳδίως εὐθυπορεῖν.