LOGOI

Passage

Aristotle, De Memoria et Reminiscentia (DIORISIS sentence 8)

grc aristotle de memoria et reminiscentia

ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς περὶ ψυχῆς καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν ὅπερ καὶ ἐν τῷ διαγράφειν ἐκεῖ τε γὰρ οὐθὲν προσχρώμενοι τῷ τὸ ποσὸν ὡρισμένον εἶναι τοῦ τριγώνου ὅμως γράφομεν ὡρισμένον κατὰ τὸ ποσόν καὶ ὁ νοῶν ὡσαύτως κἂν μὴ ποσὸν νοῇ τίθεται πρὸ ὀμμάτων ποσόν νοεῖ δʼ οὐχ ᾗ ποσόν ἂν δʼ ἡ φύσις ᾖ τῶν ποσῶν ἀορίστων δέ τίθεται μὲν ποσὸν ὡρισμένον νοεῖ δʼ ᾗ ποσὸν μόνονδιὰ τίνα μὲν οὖν αἰτίαν οὐκ ἐν δέχεται νοεῖν οὐδὲν ἄνευ συνεχοῦς οὐδʼ ἄνευ χρόνου τὰ μὴ ἐν χρόνῳ ὄντα ἄλλος λόγος μέγεθος δʼ ἀναγκαῖον γνωρίζειν καὶ κίνησιν ᾧ καὶ χρόνον ὥστε φανερὸν ὅτι τῷ πρώτῳ αἰσθητικῷ τούτων ἡ γνῶσίς ἐστιν ἡ δὲ μνήμη καὶ ἡ τῶν νοητῶν οὐκ ἄνευ φαντάσματός ἐστιν καὶ τὸ φάντασμα τῆς κοινῆς αἰσθήσεως πάθος ἐστίν ὥστε τοῦ νοῦ μὲν κατὰ συμβεβηκὸς ἂν εἴη καθʼ αὑτὸ δὲ τοῦ πρώτου αἰσθητικοῦ.

Provenance

  • Stable ID aristotle:de-memoria-et-reminiscentia:s8
  • Source Aristotle De Memoria et Reminiscentia lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute) · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable