Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 107)
grc aristotle de sensu et sensibilibus
σχεδὸν γὰρ ἴσα καὶ τὰ τῶν χυμῶν εἴδη καὶ τὰ τῶν χρωμάτων ἐστίν ἑπτὰ γὰρ ἀμφοτέρων εἴδη ἄν τις τιθῇ ὥσπερ εὔλογον τὸ φαιὸν μέλαν τι εἶναι λείπεται γὰρ τὸ ξανθὸν μὲν τοῦ λευκοῦ εἶναι ὥσπερ τὸ λιπαρὸν τοῦ γλυκέος τὸ φοινικοῦν δὲ καὶ ἁλουργὸν καὶ πράσινον καὶ κυανοῦν μεταξὺ τοῦ λευκοῦ καὶ μέλανος τὰ δʼ ἄλλα μεικτὰ ἐκ τούτων.