Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 112)
grc aristotle de sensu et sensibilibus
ἔτι δὲ τοῖς κοινοῖς τῶν αἰσθήσεων πασῶν χρῶνται ὡς ἰδίοις μέγεθος γὰρ καὶ σχῆμα καὶ τὸ τραχὺ καὶ τὸ λεῖον ἔτι δὲ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ τὸ ἐν τοῖς ὄγκοις κοινὰ τῶν αἰσθήσεών ἐστιν εἰ δὲ μὴ πασῶν ἀλλʼ ὄψεώς γε καὶ ἁφῆς.