Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 116)
grc aristotle de sensu et sensibilibus
εἰ δʼ ἄρα τῆς γεύσεως μᾶλλον τὰ γοῦν ἐλάχιστα τῆς ἀκριβεστάτης ἐστὶν αἰσθήσεως διακρίνειν περὶ ἕκαστον γένος ὥστε ἐχρῆν τὴν γεῦσιν καὶ τῶν ἄλλων κοινῶν αἰσθάνεσθαι μάλιστα καὶ τῶν σχημάτων εἶναι κριτικωτάτην.