Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 117)
grc aristotle de sensu et sensibilibus
ἔτι τὰ μὲν αἰσθητὰ πάντα ἔχει ἐναντίωσιν οἷον ἐν χρώματι τῷ μέλανι τὸ λευκὸν καὶ ἐν χυμοῖς τῷ γλυκεῖ τὸ πικρόν σχῆμα δὲ σχήματι οὐ δοκεῖ εἶναι ἐναντίον τίνι γὰρ τῶν πολυγώνων τὸ περιφερὲς ἐναντίον ἔτι ἀπείρων ὄντων τῶν σχημάτων ἀναγκαῖον καὶ τοὺς χυμοὺς εἶναι ἀπείρους διὰ τί γὰρ ὁ μὲν τῶν χυμῶν αἴσθησιν ποιήσει ὁ δʼ οὐκ ἂν ποιήσειεν καὶ περὶ μὲν τοῦ γευστοῦ καὶ χυμοῦ εἴρηται τὰ γὰρ ἄλλα πάθη τῶν χυμῶν οἰκείαν ἔχει τὴν σκέψιν ἐν τῇ φυσιολογίᾳ τῇ περὶ τῶν φυτῶν. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable