Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 12)
grc aristotle de sensu et sensibilibus
αἱ δὲ διὰ τῶν ἔξωθεν αἰσθήσεις τοῖς πορευτικοῖς αὐτῶν οἷον ὄσφρησις καὶ ἀκοὴ καὶ ὄψις πᾶσι μὲν τοῖς ἔχουσι σωτηρίας ἕνεκεν ὑπάρχουσιν ὅπως διώκωσί τε προαισθανόμενα τὴν τροφὴν καὶ τὰ φαῦλα καὶ τὰ φθαρτικὰ φεύγωσι τοῖς δὲ καὶ φρονήσεως τυγχάνουσι τοῦ εὖ ἕνεκα πολλὰς γὰρ εἰσαγγέλλουσι διαφοράς ἐξ ὧν ἥ τε τῶν νοητῶν ἐγγίνεται φρόνησις καὶ ἡ τῶν πρακτῶν.