LOGOI

Passage

Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 127)

grc aristotle de sensu et sensibilibus

δοκεῖ δʼ ἐνίοις ἡ καπνώδης ἀναθυμίασις εἶναι ὀσμή οὖσα κοινὴ γῆς τε καὶ ἀέρος διὸ καὶ Ἡράκλειτος οὕτως εἴρηκεν ὡς εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο ῥῖνες ἂν διαγνοῖεν καὶ πάντες ἐπιφέρονται ἐπὶ τοῦτο περὶ ὀσμῆς οἱ μὲν ὡς ἀτμίδα οἱ δʼ ὡς ἀναθυμίασιν οἱ δʼ ὡς ἄμφω ταῦτα ἔστι δʼ ἡ μὲν ἀτμὶς ὑγρότης τις ἡ δὲ καπνώδης ἀναθυμίασις ὥσπερ εἴρηται κοινὸν ἀέρος καὶ γῆς καὶ συνίσταται ἐκ μὲν ἐκείνης ὕδωρ ἐκ δὲ ταύτης γῆς τι εἶδος.

Provenance

  • Stable ID aristotle:de-sensu-et-sensibilibus:s127
  • Source Aristotle De Sensu et Sensibilibus lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute) · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0