Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 136)
grc aristotle de sensu et sensibilibus
διοριστέον δὲ πῶς ἔστι καὶ πῶς οὐκ ἔστιν τὸ μὲν γάρ ἐστι κατὰ τοὺς χυμοὺς τεταγμένον αὐτῶν ὥσπερ εἴπομεν καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν κατὰ συμβεβηκὸς ἔχουσιν( διὰ γὰρ τὸ τοῦ θρεπτικοῦ πάθη εἶναι ἐπιθυμούντων μὲν ἡδεῖαι αἱ ὀσμαὶ τούτων εἰσί πεπληρωμένοις δὲ καὶ μηδὲν δεομένοις οὐχ ἡδεῖαι οὐδʼ ὅσοις μὴ καὶ ἡ τροφὴ ἡ ἔχουσα τὰς ὀσμὰς ἡδεῖα οὐδὲ τούτοισ̓ὥστε)ὥστε αὗται μέν καθάπερ εἴπομεν κατὰ συμβεβηκὸς ἔχουσι τὸ ἡδὺ καὶ λυπηρόν διὸ καὶ πάντων εἰσὶ κοιναὶ τῶν ζῴων αἱ δὲ καθʼ αὑτὰς ἡδεῖαι τῶν ὀσμῶν εἰσιν οἷον αἱ τῶν ἀνθῶν οὐδὲν γὰρ μᾶλλον οὐδʼ ἧττον πρὸς τὴν τροφὴν παρακαλοῦσιν οὐδὲ συμβάλλονται πρὸς ἐπιθυμίαν οὐδέν ἀλλὰ τοὐναντίον μᾶλλον ἀληθὲς γὰρ ὅπερ Εὐριπίδην σκώπτων εἶπε Στράττις ὅταν φακῆν ἕψητε μὴ ʼπιχεῖν μύρον.