Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 146)
grc aristotle de sensu et sensibilibus
τὰ δὲ μὴ ἀναπνέοντα ὅτι μὲν ἔχει αἴσθησιν τοῦ ὀσφραντοῦ φανερόν καὶ γὰρ ἰχθύες καὶ τὸ τῶν ἐντόμων γένος πᾶν ἀκριβῶς καὶ πόρρωθεν αἰσθάνεται διὰ τὸ θρεπτικὸν εἶδος τῆς ὀσμῆς ἀπέχοντα πολὺ τῆς οἰκείας τροφῆς οἷον αἵ τε μέλιτται καὶ τὸ τῶν μικρῶν μυρμήκων γένος οὓς καλοῦσί τινες κνῖπας καὶ τῶν θαλαττίων αἱ πορφύραι καὶ πολλὰ τῶν ἄλλων τῶν τοιούτων ζῴων ὀξέως αἰσθάνεται τῆς τροφῆς διὰ τὴν ὀσμήν. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable