Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 178)
grc aristotle de sensu et sensibilibus
ἆρʼ οὖν οὕτω καὶ τὸ ὁρώμενον καὶ τὸ φῶς καθάπερ καὶ Ἐμπεδοκλῆς φησιν ἀφικνεῖσθαι πρότερον τὸ ἀπὸ τοῦ ἡλίου φῶς εἰς τὸ μεταξὺ πρὶν πρὸς τὴν ὄψιν ἢ ἐπὶ τὴν γῆν δόξειε δʼ ἂν εὐλόγως τοῦτο συμβαίνειν τὸ γὰρ κινούμενον κινεῖταί ποθέν ποι ὥστʼ ἀνάγκη εἶναί τινα καὶ χρόνον ἐν ᾧ κινεῖται ἐκ θατέρου πρὸς θάτερον ὁ δὲ χρόνος πᾶς διαιρετός ὥστε ἦν ὅτε οὔ πω ἑωρᾶτο ἀλλʼ ἔτʼ ἐφέρετο ἡ ἀκτὶς ἐν τῷ μεταξύ. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable