Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 179)
grc aristotle de sensu et sensibilibus
καὶ εἰ καὶ ἅπαν ἅμα ἀκούει καὶ ἀκήκοε καὶ ὅλως αἰσθάνεται καὶ ᾔσθηται καὶ μή ἐστι γένεσις αὐτῶν ἀλλʼ εἰσὶν ἄνευ τοῦ γίγνεσθαι ὅμως οὐδὲν ἧττον ὥσπερ ὁ ψόφος ἤδη γεγενημένης τῆς πληγῆς οὔ πω πρὸς τῇ ἀκοῇδηλοῖ δὲ τοῦτο καὶ ἡ τῶν γραμμάτων μετασχημά τισις ὡς γιγνομένης τῆς φορᾶς ἐν τῷ μεταξύ οὐ γὰρ τὸ λεχθὲν φαίνονται ἀκηκοότες διὰ τὸ μετασχηματίζεσθαι φερόμενον τὸν ἀέραἆρʼ οὖν οὕτω καὶ τὸ χρῶμα καὶ τὸ φῶς οὐ γὰρ δὴ τῷ πως ἔχειν τὸ μὲν ὁρᾷ τὸ δʼ ὁρᾶται ὥσπερ ἴσα ἐστίν οὐθὲν γὰρ ἂν ἔδει που ἑκάτερον εἶναι τοῖς γὰρ ἴσοις γιγνομένοις οὐδὲν διαφέρει ἢ ἐγγὺς ἢ πόρρω ἀλλήλων εἶναι. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable