LOGOI

Passage

Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 212)

grc aristotle de sensu et sensibilibus

ἢ τοῦτʼ οὐκ ἀληθές οὐδʼ ἐνδέχεται χρόνον εἶναι ἀναίσθητον οὐδένα οὐδὲ λανθάνειν ἀλλὰ παντὸς ἐνδέχεται αἰσθάνεσθαι εἰ γάρ ὅτε αὐτὸς αὑτοῦ τις αἰσθάνεται ἢ ἄλλου ἐν συνεχεῖ χρόνῳ μὴ ἐνδέχεται τότε λανθάνειν ὅτι ἔστιν ἔστι δέ τις ἐν τῷ συνεχεῖ καὶ τοσοῦτος ὅσος ὅλως ἀναίσθητός ἐστι δῆλον ὅτι τότε λανθάνοι ἂν εἰ ἔστιν αὐτὸς αὑτόν καὶ εἰ ὁρᾷ καὶ αἰσθάνεται ἔτι οὐκ ἂν εἴη οὔτε χρόνος οὔτε πρᾶγμα οὐδὲν ὃ αἰσθάνεται ἢ ἐν ᾧ εἰ μὴ οὕτως ὅτι ἐν τούτου τινὶ ἢ ὅτι τούτου τι ὁρᾷ εἴπερ ἔστι τι μέγεθος καὶ χρόνου καὶ πράγματος ἀναίσθητον ὅλως διὰ μικρότητα εἰ γὰρ τὴν ὅλην ὁρᾷ καὶ αἰσθάνεται τὸν αὐτὸν συνεχῶς χρόνον οὕτω τῷ ἐν τούτου τινί ἀφῃρήσθω τὸ ΓΒ ἐν ᾧ οὐκ ᾐσθάνετο.

Provenance

  • Stable ID aristotle:de-sensu-et-sensibilibus:s212
  • Source Aristotle De Sensu et Sensibilibus lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute) · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable