LOGOI

Passage

Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 27)

grc aristotle de sensu et sensibilibus

ἐκείνως δʼ αὐτὸς αὑτὸν ὁρᾷ ὁ ὀφθαλμός ὥσπερ καὶ ἐν τῇ ἀνακλάσει ἐπεὶ εἴ γε πῦρ ἦν καθάπερ Ἐμπεδοκλῆς φησὶ καὶ ἐν τῷ Τιμαίῳ γέγραπται καὶ συνέβαινε τὸ ὁρᾶν ἐξιόντος ὥσπερ ἐκ λαμπτῆρος τοῦ φωτός διὰ τί οὐ καὶ ἐν τῷ σκότει ἑώρα ἂν ἡ ὄψις τὸ δʼ ἀποσβέννυσθαι φάναι ἐν τῷ σκότει ἐξιοῦσαν ὥσπερ ὁ Τίμαιος λέγει κενόν ἐστι παντελῶς τίς γὰρ ἀπόσβεσις φωτός ἐστιν σβέννυται γὰρ ἢ ὑγρῷ ἢ ψυχρῷ τὸ θερμὸν καὶ ξηρόν( οἷον δοκεῖ τό τʼ ἐν τοῖς ἀνθρακώδεσιν εἶναι πῦρ καὶ ἡ φλόξ̓)͵ ὧν τῷ φωτὶ οὐδέτερον φαίνεται ὑπάρχον.

Provenance

  • Stable ID aristotle:de-sensu-et-sensibilibus:s27
  • Source Aristotle De Sensu et Sensibilibus lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute) · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0