Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 35)
grc aristotle de sensu et sensibilibus
τοῦτο δὲ καὶ ἐπʼ αὐτῶν τῶν ἔργων δῆλον φαίνεται γὰρ ὕδωρ τὸ ἐκρέον διαφθειρομένων καὶ ἔν γε τοῖς πάμπαν ἐμβρύοις τῇ ψυχρότητι ὑπερβάλλον καὶ τῇ λαμπρότητι καὶ τὸ λευκὸν τοῦ ὄμματος ἐν τοῖς ἔχουσιν αἷμα πῖον καὶ λιπαρόν ὅπερ διὰ τοῦτʼ ἐστί πρὸς τὸ διαμένειν τὸ ὑγρὸν ἄπηκτον καὶ διὰ τοῦτο τοῦ σώματος ἀρριγότατον ὁ ὀφθαλμός ἐστιν οὐδεὶς γάρ πω τὸ ἐντὸς τῶν βλεφάρων ἐρρίγωσεν. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable