LOGOI

Passage

Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 54)

grc aristotle de sensu et sensibilibus

ὥσπερ οὖν εἴρηται περὶ φωτὸς ἐν ἐκείνοις ὅτι ἐστὶ χρῶμα τοῦ διαφανοῦς κατὰ συμβεβηκόσὅταν γὰρ ᾖ τι πυρῶδες ἐν διαφανεῖ ἡ μὲν παρουσία φῶς ἡ δὲ στέρησίς ἐστι σκότος ὃ δὲ λέγομεν διαφανὲς οὐκ ἔστιν ἴδιον ἀέρος ἢ ὕδατος οὐδʼ ἄλλου τῶν οὕτω λεγομένων σωμάτων ἀλλά τίς ἐστι κοινὴ φύσις καὶ δύναμις ἣ χωριστὴ μὲν οὐκ ἔστιν ἐν τούτοις δʼ ἔστι καὶ τοῖς ἄλλοις σώμασιν ἐνυπάρχει τοῖς μὲν μᾶλλον τοῖς δʼ ἧττον ὥσπερ οὖν καὶ τῶν σωμάτων ἀνάγκη τι εἶναι ἔσχατον καὶ ταύτησἡ μὲν οὖν τοῦ φωτὸς φύσις ἐν ἀορίστῳ τῷ διαφανεῖ ἐστίν τοῦ δʼ ἐν τοῖς σώμασι διαφανοῦς τὸ ἔσχατον ὅτι μὲν εἴη ἄν τι δῆλον ὅτι δὲ τοῦτʼ ἐστὶ τὸ χρῶμα ἐκ τῶν συμβαινόντων φανερόν.

Provenance

  • Stable ID aristotle:de-sensu-et-sensibilibus:s54
  • Source Aristotle De Sensu et Sensibilibus lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute) · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable