Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 69)
grc aristotle de sensu et sensibilibus
εἷς μὲν οὖν τρόπος τῆς γενέσεως τῶν χρωμάτων οὗτος εἷς δὲ τὸ φαίνεσθαι διʼ ἀλλήλων οἷον ἐνίοτε οἱ γραφεῖς ποιοῦσιν ἑτέραν χρόαν ἐφʼ ἑτέραν ἐναργεστέραν ἐπαλείφοντες ὥσπερ ὅταν ἐν ὕδατί τι ἢ ἐν ἀέρι βούλωνται ποιῆσαι φαινόμενον καὶ οἷον ὁ ἥλιος καθʼ αὑτὸν μὲν λευκὸς φαίνεται διὰ δʼ ἀχλύος καὶ καπνοῦ φοινικοῦς.