Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 76)
grc aristotle de sensu et sensibilibus
εἰ δʼ ἔστι μίξις τῶν σωμάτων μὴ μόνον τὸν τρόπον τοῦτον ὅνπερ οἴονταί τινες παρʼ ἄλληλα τῶν ἐλαχίστων τιθεμένων ἀδήλων δʼ ἡμῖν διὰ τὴν αἴσθησιν ἀλλʼ ὅλως πάντη πάντως ὥσπερ ἐν τοῖς περὶ μίξεως εἴρηται καθόλου περὶ πάντων( ἐκείνως μὲν γὰρ μείγνυται ταῦτα μόνον ὅσα ἐνδέχεται διελεῖν εἰς τὰ ἐλάχιστα καθάπερ ἀνθρώπους ἢ ἵππους ἢ τὰ σπέρματα τῶν μὲν γὰρ ἀνθρώπων ἄνθρωπος ἐλάχιστον τῶν δʼ ἵππων ἵππος ὥστε τῇ τούτων παρʼ ἄλληλα θέσει τὸ πλῆθος μέμεικται τῶν συναμφοτέρων ἄνθρωπον δὲ ἕνα ἑνὶ ἵππῳ οὐ λέγομεν μεμεῖχθαι ὅσα δὲ μὴ διαιρεῖται εἰς τὸ ἐλάχιστον τούτων οὐκ ἐνδέχεται μίξιν γενέσθαι τὸν τρόπον τοῦτον ἀλλὰ τῷ πάντη μεμεῖχθαι ἅπερ καὶ μάλιστα μείγνυσθαι πέφυκεν πῶς δὲ τοῦτο γίγνεσθαι δυνατόν ἐν τοῖς περὶ μίξεως εἴρηται πρότερον̓) ἀλλʼ ὅτι ἀνάγκη μειγνυμένων καὶ τὰς χρόας μείγνυσθαι δῆλον καὶ ταύτην τὴν αἰτίαν εἶναι κυρίαν τοῦ πολλὰς εἶναι χρόας ἀλλὰ μὴ τὴν ἐπιπόλασιν μηδὲ τὴν παρʼ ἄλληλα θέσιν οὐ γὰρ πόρρωθεν μὲν ἐγγύθεν δʼ οὒ φαίνεται μία χρόα τῶν μεμειγμένων ἀλλὰ πάντοθεν.