Passage
Aristotle, De Sensu et Sensibilibus (DIORISIS sentence 84)
grc aristotle de sensu et sensibilibus
ἡ μὲν οὖν τοῦ ὕδατος φύσις βούλεται ἄχυμος εἶναι ἀνάγκη δʼ ἢ ἐν αὑτῷ τὸ ὕδωρ ἔχειν τὰ γένη τῶν χυμῶν ἀναίσθητα διὰ μικρότητα καθάπερ Ἐμπεδοκλῆς φησίν ἢ ὕλην τοιαύτην εἶναι οἷον πανσπερμίαν χυμῶν καὶ ἅπαντα μὲν ἐξ ὕδατος γίγνεσθαι ἄλλο δʼ ἐξ ἄλλου μέρους ἢ μηδεμίαν ἔχοντος διαφορὰν τοῦ ὕδατος τὸ ποιοῦν αἴτιον εἶναι οἷον εἰ τὸ θερμὸν καὶ τὸν ἥλιον φαίη τις.