Passage
Epictetus, Enchiridion 51 (DIORISIS sentence 381)
grc epictetus enchiridion
ἂν νῦν ἀμελήσῃς καὶ ῥᾳθυμήσῃς καὶ ἀεὶ προθέσεις ἐκ προθέσεως ποιῇ καὶ ἡμέρας ἄλλας ἐπʼ ἄλλαις ὁρίζῃς, μεθʼ ἃς προσέξεις σεαυτῷ, λήσεις σεαυτὸν οὐ προκόψας, ἀλλʼ ἰδιώτης διατελέσεις καὶ ζῶν καὶ ἀποθνῄσκων.