LOGOI

The Stoa · Epictetus

Enchiridion

Epictetus, c. 50–135 CE — in Greek.

The 'handbook' of Epictetus — a short manual of Stoic practice compiled by his pupil Arrian.

The words most alive here

By how often they stand in this work, the commonest particles set aside. Each opens onto its own word.

Read from it

  • τῶν ὄντων τὰ μέν ἐστιν ἐφʼ ἡμῖν, τὰ δὲ οὐκ ἐφʼ ἡμῖν.

    Epictetus, Enchiridion 1 (DIORISIS sentence 1)
  • κἂν περί τι τῶν οὐκ ἐφʼ ἡμῖν ᾖ, πρόχειρον ἔστω τὸ διότι οὐδὲν πρὸς ἐμέ μέμνησο, ὅτι ὀρέξεως ἐπαγγελία ἐπιτυχία, οὗ ὀρέγῃ, ἐκκλίσεως ἐπαγγελία τὸ μὴ περιπεσεῖν ἐκείνῳ, ὃ ἐκκλίνεται, καὶ ὁ μὲν ἐν ὀρέξει ἀποτυγχάνων ἀτυχής, ὁ δὲ ἐν ἐκκλίσει περιπίπτων δυστυχής.

    Epictetus, Enchiridion 1 (DIORISIS sentence 10)
  • ἐφʼ ἡμῖν μὲν ὑπόληψις, ὁρμή, ὄρεξις, ἔκκλισις καὶ ἑνὶ λόγῳ ὅσα ἡμέτερα ἔργα:

    Epictetus, Enchiridion 1 (DIORISIS sentence 2)
  • οὐκ ἐφʼ ἡμῖν δὲ τὸ σῶμα, ἡ κτῆσις, δόξαι, ἀρχαὶ καὶ ἑνὶ λόγῳ ὅσα οὐχ ἡμέτερα ἔργα.

    Epictetus, Enchiridion 1 (DIORISIS sentence 3)
  • καὶ τὰ μὲν ἐφʼ ἡμῖν ἐστι φύσει ἐλεύθερα, ἀκώλυτα, ἀπαραπόδιστα, τὰ δὲ οὐκ ἐφʼ ἡμῖν ἀσθενῆ, δοῦλα, κωλυτά, ἀλλότρια.

    Epictetus, Enchiridion 1 (DIORISIS sentence 4)
  • μέμνησο οὖν, ὅτι, ἐὰν τὰ φύσει δοῦλα ἐλεύθερα οἰηθῇς καὶ τὰ ἀλλότρια ἴδια, ἐμποδισθήσῃ, πενθήσεις, ταραχθήσῃ, μέμψῃ καὶ θεοὺς καὶ ἀνθρώπους, ἐὰν δὲ τὸ σὸν μόνον οἰηθῇς σὸν εἶναι, τὸ δὲ ἀλλότριον, ὥσπερ ἐστίν, ἀλλότριον, οὐδείς σε ἀναγκάσει οὐδέποτε, οὐδείς σε κωλύσει, οὐ μέμψῃ οὐδένα, οὐκ ἐγκαλέσεις τινί, ἄκων πράξεις οὐδὲ ἕν, οὐδείς σε βλάψει, ἐχθρὸν οὐχ ἕξεις, οὐδὲ γὰρ βλαβερόν τι πείσῃ.

    Epictetus, Enchiridion 1 (DIORISIS sentence 5)

Doors