LOGOI

Passage

Euripides, Alcestis 1037–1069

grc euripides alcestis

οὔτοι σ’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶς ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας· ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον, εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου· ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν. γυναῖκα δʼ, εἴ πως ἔστιν, αἰτοῦμαί σʼ, ἄναξ, ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ σῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι ξένοι Φεραίων· μή μ’ ἀναμνήσῃς κακῶν. οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον προσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι. ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή; νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει. πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην; καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη ἔσται; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιον εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω. ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω; καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει; διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν, μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας, καὶ τῆς θανούσης· ἀξία δέ μοι σέβειν· πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δʼ, ὦ γύναι, ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδι μορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας. οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων γυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον. δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων πηγαὶ κατερρώγασιν· ὦ τλήμων ἐγώ, ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.

Provenance

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable