Tragedy · Euripides
Alcestis
Euripides, c. 480–406 BCE — in Greek.
Read from it
-
Ὦ δώματ’ Ἀδμήτειʼ, ἐν οἷς ἔτλην ἐγὼ θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν. Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα· οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ θνητῷ παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν. ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένῳ, καὶ τόνδ’ ἔσῳζον οἶκον ἐς τόδ’ ἡμέρας. ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην, Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶ Ἄδμητον ᾅδην τὸν παραυτίκ’ ἐκφυγεῖν, ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν. πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους, πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα, οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελε θανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος· ἣ νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεται ψυχορραγοῦσα· τῇδε γάρ σφ’ ἐν ἡμέρᾳ θανεῖν πέπρωται καὶ μεταστῆναι βίου. ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ, λείπω μελάθρων τῶνδε φιλτάτην στέγην. ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας, ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους μέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο, φρουρῶν τόδ’ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών.
Euripides, Alcestis 1–27 -
—καὶ μὴν ὅδʼ, ὡς ἔοικεν, Ἀλκμήνης γόνος, Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.
Euripides, Alcestis 1006–1007 -
φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως, Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν σιγῶντʼ. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος· σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν γυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις. ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων. κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς. καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε, οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι. ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλιν λέξω. γυναῖκα τήνδε μοι σῷσον λαβών, ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων ἔλθω, τύραννον Βιστόνων κατακτανών. πράξας δ’ ὃ μὴ τύχοιμι—νοστήσαιμι γάρ— τήνδε σοῖσι προσπολεῖν δόμοις. πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς· ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον, ὅθεν κομίζω τήνδε νικητήρια λαβών· τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν ἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονα νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια· γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετʼ· ἐντυχόντι δὲ αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές. ἀλλʼ, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή· οὐ γὰρ κλοπαίαν, ἀλλὰ σὺν πόνῳ λαβὼν ἥκω· χρόνῳ δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως.
Euripides, Alcestis 1008–1036 -
οὔτοι σ’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶς ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας· ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον, εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου· ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν. γυναῖκα δʼ, εἴ πως ἔστιν, αἰτοῦμαί σʼ, ἄναξ, ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ σῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι ξένοι Φεραίων· μή μ’ ἀναμνήσῃς κακῶν. οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον προσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι. ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή; νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει. πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην; καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη ἔσται; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιον εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω. ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω; καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει; διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν, μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας, καὶ τῆς θανούσης· ἀξία δέ μοι σέβειν· πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δʼ, ὦ γύναι, ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδι μορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας. οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων γυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον. δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων πηγαὶ κατερρώγασιν· ὦ τλήμων ἐγώ, ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
Euripides, Alcestis 1037–1069 -
—καὶ μὴν τόδε κύριον ἦμαρ . . . —τί τόδ’ αὐδᾷς; —ᾧ χρή σφε μολεῖν κατὰ γαίας. —ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν. —χρὴ τῶν ἀγαθῶν διακναιομένων πενθεῖν ὅστις χρηστὸς ἀπ’ ἀρχῆς νενόμισται.
Euripides, Alcestis 105–111 -
ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην· χρὴ δʼ, ὅστις εἶ σύ, καρτερεῖν θεοῦ δόσιν.
Euripides, Alcestis 1070–1071
Doors
- Ask about the words of the Alcestis →
- Other works of Euripides Andromache ·Bacchae ·Cyclops ·Electra ·Hecuba ·Helen ·Heracleidae ·Heracles ·Hippolytus ·Ion ·Iphigenia in Aulis ·Iphigenia in Tauris ·Medea ·Orestes ·Phoenissae ·Rhesus