LOGOI

Tragedy · Euripides

Hippolytus

Euripides, c. 480–406 BCE — in Greek.

Read from it

  • Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος, θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω· ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου, τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη, σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα. ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο. δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα· ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος, Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα, μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας λέγει κακίστην δαιμόνων πεφυκέναι, ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων· Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην, τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος· χλωρὰν δ’ ἀν’ ὕλην παρθένῳ ξυνὼν ἀεὶ κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός, μείζω βροτείας προσπεσὼν ὁμιλίας. τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ; ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε, τιμωρήσομαι Ἱππόλυτον ἐν τῇδ’ ἡμέρᾳ· τὰ πολλὰ δὲ πάλαι προκόψασ’ — οὐ πόνου πολλοῦ με δεῖ. ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμων σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων Πανδίονος γῆν, πατρὸς εὐγενὴς δάμαρ ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν. καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν, πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο, ἐρῶσ’ ἔρωτ’ ἔκδημον· Ἱππολύτῳ δ’ ἔπι τὸ λοιπὸν ὠνόμαζ’ ἐνιδρῦσθαι θεάν. ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα, μίασμα φεύγων αἵματος Παλλαντιδῶν, καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα, ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν, ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται σιγῇ· ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον. ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν· δείξω δὲ Θησεῖ πρᾶγμα, κἀκφανήσεται. καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν κτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιος ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας, μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ. ἣ δ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυται, Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ δίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν. ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως στείχοντα, θήρας μόχθον ἐκλελοιπότα, Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων. πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπους κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.

    Euripides, Hippolytus 1–57
  • τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.

    Euripides, Hippolytus 100
  • τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.

    Euripides, Hippolytus 101
  • πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.

    Euripides, Hippolytus 102
  • σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς.

    Euripides, Hippolytus 103
  • ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν, ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.

    Euripides, Hippolytus 1036–1037

Doors