Tragedy · Euripides
Andromache
Euripides, c. 480–406 BCE — in Greek.
Read from it
-
Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι, ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ Πριάμου τύραννον ἑστίαν ἀφικόμην δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι, ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ, νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή· ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε ἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων, ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον· αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων οἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμην τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας δοθεῖσα λείας Τρωικῆς ἐξαίρετον. Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας σύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσία Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις φεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων. ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως, Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας, ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν. κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον, πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ γ’ ἐμῷ. καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως ἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνου ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν· ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος, κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι. λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην, αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ· ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην, νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας, ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει. ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν, πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε. καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν ἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼ δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον θάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν. Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων. ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη. ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα προσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκην δίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼν ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην, εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος θεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ.
Euripides, Andromache 1–55 -
ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγον καὶ πόντιε κυανέαις ἵπποις διφρεύ- ων ἅλιον πέλαγος, τίνος οὕνεκ’ ἄτιμον ὀργᾶς ἃν χέρα τεκτοσύνας Ἐ- νυαλίῳ δοριμήστορι προσθέν- τες τάλαιναν τάλαι- ναν μεθεῖτε Τροίαν;
Euripides, Andromache 1009–1018 -
πλείστους δ’ ἐπ’ ἀκταῖσιν Σιμοεντίσιν εὐίππους ὄχους ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ- λας ἔθετ’ ἀστεφάνους· ἀπὸ δὲ φθίμενοι βεβᾶσιν Ἰλιάδαι βασιλῆες, οὐδ’ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί- ᾳ θεοῖσιν λέλαμ- πεν καπνῷ θυώδει.
Euripides, Andromache 1019–1026 -
βέβακε δ’ Ἀτρείδας ἀλόχου παλάμαις, αὐτά τ’ ἐναλλάξασα φόνον θανάτῳ πρὸς τέκνων ἀπηύρα θεοῦ. θεοῦ νιν κέλευμ’ ἐπεστράφη μαντόσυνον, ὅτε νιν Ἀργόθεν πορευθεὶς Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἐπιβὰς κτεάνων, ματρὸς φονεὺς ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι;
Euripides, Andromache 1027–1036 -
Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν ἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν. ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον εἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος· αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας, δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ. πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις. ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.
Euripides, Andromache 103–116 -
πολλαὶ δ’ ἀν’ Ἑλλάνων ἀγόρους στοναχὰς μέλποντο δυστάνων τεκέων, ἄλοχοι δ’ ἐξέλειπον οἴκους πρὸς ἄλλον εὐνάτορ’. οὐχὶ σοὶ μόνᾳ δύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι· νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶν καὶ πρὸς εὐκάρπους γύας σκηπτὸς σταλάσσων τὸν Ἅιδα φόνον.
Euripides, Andromache 1037–1046
Doors
- Ask about the words of the Andromache →
- Other works of Euripides Alcestis ·Bacchae ·Cyclops ·Electra ·Hecuba ·Helen ·Heracleidae ·Heracles ·Hippolytus ·Ion ·Iphigenia in Aulis ·Iphigenia in Tauris ·Medea ·Orestes ·Phoenissae ·Rhesus