LOGOI

Passage

Euripides, Andromache 1–55

grc euripides andromache

Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι, ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ Πριάμου τύραννον ἑστίαν ἀφικόμην δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι, ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ, νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή· ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε ἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων, ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον· αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων οἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμην τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας δοθεῖσα λείας Τρωικῆς ἐξαίρετον. Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας σύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσία Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις φεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων. ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως, Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας, ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν. κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον, πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ γ’ ἐμῷ. καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως ἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνου ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν· ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος, κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι. λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην, αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ· ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην, νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας, ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει. ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν, πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε. καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν ἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼ δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον θάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν. Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων. ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη. ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα προσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκην δίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼν ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην, εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος θεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ.

Provenance

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable