Bacchylides
Dithyrambs
Bacchylides — in Greek.
Read from it
-
Ἀντήνορος] ἀντιθέου !!!!!!]ρ̣α̣κ̣ο̣ι̣τ̣ις Ἀθάνας πρόσπολος, ׯ˘¯¯] Παλλάδος ὀρσιμάχου ¯¯˘¯¯ χ]ρυσέας ¯˘¯¯¯˘ ]ν Ὀδυσσεῖ Λαρτιᾴδᾳ Μενελ]άῳ τʼ Ἀτρεΐδᾳ βασιλεῖ ¯ ˘ ¯ ¯ ¯ βαθύ]ζωνος Θεανὼ
Bacchylides, Dithyrambs 15.1–15.7 (str. 1) -
¯ ¯ ˘˘ ¯ ˘˘ ¯ ¯ ¯ ˘˘ ¯ μεσονύ]κτιος κέαρ
Bacchylides, Dithyrambs 15.22–15.23 (str. 2) -
¯ ¯ ˘ ¯ ¯ ¯ ˘˘ ¯ ˘˘ ¯ ἆγον, πατὴρ δʼ εὔβουλος ἥρως πάντα σάμαινεν Πριάμῳ βασιλεῖ παίδεσσί τε μῦθον Ἀχαιῶν. ἔνθα κάρυκες διʼ εὐ- ρεῖαν πόλιν ὀρνύμενοι Τρώων ἀόλλιζον φάλαγγας
Bacchylides, Dithyrambs 15.36–15.42 (ep. 2) -
δεξίστρατον εἰς ἀγοράν. παντᾷ δὲ διέδραμεν αὐδάεις λόγος· θεοῖς δʼ ἀνίσχοντες χέρας ἀθανάτοις εὔχοντο παύσασθαι δυᾶν. Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων; Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ φθέγξατʼ, εὐπέπλοισι κοινώσας Χάρισσιν·
Bacchylides, Dithyrambs 15.43–15.49 (str. 3) -
ὦ Τρῶες ἀρηΐφιλοι, Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων, ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος· ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.
Bacchylides, Dithyrambs 15.50–15.56 (ant. 3) -
ἁ δʼ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις ἐξαισίοις θάλλουσʼ ἀθαμβὴς Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς ἀλλότριον ὤπασεν, αὖτις δʼ ἐς βαθὺν πέμπει φθόρον, κείνα καὶ ὑπερφιάλους Γᾶς παῖδας ὤλεσσεν Γίγαντας.
Bacchylides, Dithyrambs 15.57–15.63 (ep. 3)
Doors
- Ask about the words of the Dithyrambs →
- Other works of Bacchylides Epinicians